48.
Ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σπόνδυλοι ὑπὸ πτώματος, ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς τῶν σπονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ τῶν ἄλλων, ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς, ἢ πλείονες, θάνατον φέρουσιν: ὥσπερ δὲ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ αὕτη, καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή.οὖρα μὲν οὖν τούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται, ἢ τοῖσιν ἔξω κυφοῖσι, καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται μᾶλλον, καὶ θανατηφόρα ταῦτα μᾶλλον ἐκείνων: καὶ ἢν περιγένωνται δὲ, Ρ῾υώδεες τὰ οὖρα μᾶλλον οὗτοι, καὶ τῶν σκελέων ἀκρατέστεροι καὶ ναρκωδέστεροι: ἢν δὲ καὶ ἐν τῷ ἄνω μέρεϊ μᾶλλον τὸ λόρδωμα γένηται, παντὸς τοῦ σώματος ἀκρατέες καὶ κατανεναρκωμένοι γίνονται.
μηχανὴν δὲ οὐκ ἔχω οὐδεμίην ἔγωγε, ὅκως χρὴ τὸν
τοιοῦτον ἐς τὸ αὐτὸ καταστῆσαι, εἰ μή τινα ἡ κατὰ τῆς κλίμακος κατάσεισις ὠφελέειν οἵη τε εἴη, ἢ καὶ ἄλλη τις τοιαύτη ἴησις, ἢ κατάτασις, οἵηπερ ὀλίγῳ πρόσθεν εἴρηται.
Κατανάγκασιν δὲ σὺν τῇ κατατάσει οὐδεμίην ἔχω, ἥτις ἂν γίνοιτο, ὥσπερ τῷ κυφώματι τὴν κατανάγκασιν ἡ σανὶς ἐποιέετο.
πῶς γὰρ ἄν τις ἐκ τοῦ ἔμπροσθεν διὰ τῆς κοιλίης ἀναγκάσαι δύναιτο; οὐ γὰρ οἷόν τε.
ἀλλὰ μὴν οὔτε βῆχες, οὔτε πταρμοὶ οὐδεμίην δύναμιν ἔχουσιν, ὥστε τῇ κατατάσει ξυντιμωρέειν: οὐ μὴν οὐδ᾽ ἔνεσις φύσης ἐνιεμένη ἐς τὴν κοιλίην οὐδὲν ἂν δυνασθείη.
καὶ μὴν αἱ μεγάλαι σικύαι προσβαλλόμεναι ἀνασπάσιος εἵνεκα δῆθεν τῶν ἔσω Ρ῾επόντων, σπονδύλων, μεγάλη ἁμαρτὰς γνώμης ἐστίν: ἀπωθέουσι γὰρ μᾶλλον, ἢ ἀνασπῶσιν: καὶ οὐδ᾽ αὐτὸ τοῦτο γινώσκουσιν οἱ προσβάλλοντες: ὅσῳ γὰρ ἄν τις μέζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦνται οἱ προσβληθέντες, ξυναναγκαζομένου ἄνω τοῦ δέρματος.
τρόπους δὲ ἄλλους κατασεισίων, ἢ οἷοι πρόσθεν εἴρηνται, ἔχοιμι ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τις δοκέοι τῷ παθήματι μᾶλλον: ἀλλ᾽ οὐ κάρτα πιστεύω αὐτοῖσιν: διὰ τοῦτο οὐ γράφω.
τούτων, ὧν ἐν κεφαλαίῳ εἴρηται, ὅτι τὰ μὲν ἐς τὸ λορδὸν Ρ῾έψαντα ὀλέθριά ἐστι καὶ σινάμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου, καὶ οὔρων σχεσίων, καὶ ἀποναρκωσίων τὸ ἔπίπαν: οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην, οὐδὲ κωλύει εὐρόους εἶναι ἡ ἐς τὸ ἔξω κύφωσις: ἡ δὲ λόρδωσις ταῦτά τε ἀμφότερα ποιέει, καὶ ἐς τὰ ἄλλα πολλὰ προσγίνεται.
ἐπείτοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται, καὶ καταναρκοῦνται τὸ σῶμα, καὶ οὖρα ἴσχεται αὐτέοισιν, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω, μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυωρίην τῆς Ρ῾άχιος: οἷσι δὲ ἂν ἐκστῇ τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν.