63.
Ὅσοισι δ᾽ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκοςποιήσαντα τελείως ἐξίσχῃ κατὰ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε ἔσω Ρ῾έψαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν, ἀλλ᾽ ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβάλλειν.
σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ἀποθανεῖται, ᾧ ἂν ἐμβληθέντα ἐμμείνῃ, καὶ ἡ ζωὴ δὲ ὀλιγήμερος τουτέοισι γενήσεται: ὀλίγοι γὰρ ἂν αὐτέων τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν: σπασμὸς γὰρ ὁ κτείνων ἐστίν: ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται τὴν κνήμην καὶ τὸν πόδα.
ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα: καὶ οὐκ ἄν μοι δοκέει οὐδὲ ἐλλέβορος ὠφελήσειν, αὐθημερόν τε δοθεὶς, καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ, εἴπερ τι τοιοῦτον: οὐ μέντοι γε οὐδὲ τοῦτο δοκέω.
ἢν δὲ μὴ ἐμβληθῇ, μηδ᾽ ἀπ᾽ ἀρχῆς μηδεὶς πειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτέων.
χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει, μοῦνον δὲ, μὴ ἀπῃωρημένα, μηδὲ κινεύμενα ἔστω: ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν, ὀλίγοισι, μὴ ἄγαν ψυχροῖσι, ψῦχος γὰρ ἐν τοῖσι
τοιούτοισι σπασμὸν ἐπικαλέεται: ἐπιτήδεια δὲ καὶ φύλλα σεύτλων, ἢ βηχίου, ἢ ἄλλου τινὸς τῶν τοιουτέων, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτιθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος, ἐπί τε τὰ περιέχοντα, κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος: ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ, καὶ ἔρια Ρ῾υπαρὰ οἴνῳ καὶ ἐλαίῳ καταῤΡ῾αίνοντα χλιεροῖσιν ἄνωθεν ἐπιτέγγειν: καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδε περιπλάσσειν: εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν.
ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει: ἔρια δὲ ἐπιτιθέντα, οἴνῳ ἐπιτέγγοντα, πουλὺν χρόνον ἐᾷν: τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων, καὶ ὅσα Ρ῾ητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστιν: χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων: πουλὺν γὰρ χρόνον πλαδαρὴ γίνεται: τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν.
εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι: καὶ γὰρ ὁ ποὺς ἐς τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων, καὶ τὰ ὀστέα
τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται: οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πουλὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι, καὶ ταῦτα, ἢν ἀτρεμίζωσι πουλὺν χρόνον: ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές.
ὅμως δὲ, περὶ οὗ ὁ λόγος, οὕτω μὲν ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος, ἀποθνήσκουσιν.