Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
34.
ἢν δὲ ἡ κάτω γνάθος κατὰ τὴν ξύμφυσιν τὴν κατὰ τὸ
γένειον διασπασθῇ ῾μούνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ
ἐστὶν,
ἐν δὲ τῇ ἄνω πολλαί:
ἀλλ᾽ οὐ βούλομαι ἀποπλανᾷν τὸν
λόγον,
ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον̓,
ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον ξύμφυσις,
κατορθῶσαι μὲν
παντὸς ἀνδρός ἐστιν:
τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ ἐς τὸ
ἔσω μέρος,
προσβάλλοντα τοὺς δακτύλους:
τὸ δὲ εἴσω Ρ῾έπον
ἀνάγειν ἐς τὸ ἔξω μέρος,
ἐνερείσαντα τοὺς δακτύλους.
ἐς
διάστασιν μέντοι διατεινάμενον,
ταῦτα χρὴ ποιέειν:
ῥᾷον γὰρ
οὕτως ἐς τὴν φύσιν ἥξει,
ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα
τὰ ὀστέα,
καταναγκάζειν πειρᾶται:
τοῦτο παρὰ πάντα τὰ
τοιαῦτα ὑπομνήματα χάριεν εἰδέναι.
ὁκόταν δὲ κατορθώσῃς,
ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους,
ὥσπερ καὶ πρόσθεν εἴρηται.
ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν.
ἐπίδεσιν δὲ βραχείην ποικίλην μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται,
ἐγγὺς γάρ τι τοῦ ἰσοῤΡ῾όπου ἐστὶν,
ὡς δὴ μὴ ἰσόῤΡ῾οπον ἐόν:
τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι
χρὴ,
ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ,
ἐπὶ δεξιὰ ῾ἐπὶ δεξιὰ
γὰρ νομίζεται εἶναι,
ἢν ἡ δεξιὴ χεὶρ προηγῆται τῆς ἐπιδέσιος᾿:
ἢν δὲ ἡ ἑτέρη γνάθος ἐξεστήκῃ,
ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν.
κἢν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ,
ταχείη
μὲν ἡ ἄλθεξις,
οἱ δὲ ὀδόντες ἀσινέες γίνονται:
ἢν δὲ μὴ,
χρονιωτέρη μὲν ἡ ἄλθεξις,
διαστροφὴν δὲ ἴσχουσιν οἱ ὀδόντες,
καὶ
σιναροὶ καὶ ἀχρήϊοι γίνονται.