82.
γόνυ δὲ εὐηθέστερον ἀγκῶνος διὰ τὴν εὐσταλίην καὶ τὴν εὐφυΐην, διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει Ρ῾ᾷον: ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω καὶ ὄπισθεν.τοῦ ξυγκεκάμφθαι: ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν τῇ ἰγνύϊ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφιέναι τὸ σῶμα.
δύναται δὲ καὶ κατατεινόμενον μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν, τὰ ὄπισθεν: τὰ δὲ ἔνθα ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης.
ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν, ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ: μινύθει δὲ μηροῦ καὶ κνήμης τοὔμπροσθεν: ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω: ἢν δὲ ἐς τὸ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω, Ἐκ γενεῆς δὲ καὶ ἐν αὐξήσει κατὰ λόγον τὸν πρόσθεν.