Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ βουλόμενος ἀδεῶς καὶ καθ᾽ ἡσυχίαν ἱδρῦσαι τὸν στρατόν, ὑπέπεμψεν ἄνθρωπον ἐκ Κατάνης κελεύοντα τοὺς Συρακουσίους, εἰ βούλονται λαβεῖν ἔρημον ἀνδρῶν τὸ στρατόπεδον καὶ τὰ ὅπλα τῶν Ἀθηναίων, ἐν ἡμέρᾳ ῥητῇ πρὸς Κατάνην πανστρατιᾷ παραγενέσθαι, τῶν δ᾽ Ἀθηναίων ἐν τῇ πόλει τὰ πλεῖστα διατριβόντων ἐγνωκέναι τοὺς Συρακουσίων φίλους, ὅταν ἐκείνους προσιόντας αἴσθωνται, τάς τε πύλας καταλαμβάνειν ἅμα καὶ τὸν ναύσταθμον ὑποπιμπράναι: πολλοὺς δὲ εἶναι τοὺς συνεστῶτας ἤδη καὶ τὴν ἐκείνων περιμένοντας ἄφιξιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.