Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μὴν ἀλλ᾽ ὅ γε Νικίας ἐπειρᾶτο καὶ φωνῇ καὶ προσώπῳ καὶ δεξιώσει κρείττων ὁρᾶσθαι τῶν δεινῶν. καὶ παρὰ πᾶσάν γε τὴν πορείαν ἐφ᾽ ἡμέρας ὀκτὼ βαλλόμενος καὶ τραυματιζόμενος ὑπὸ τῶν πολεμίων ἀήττητον ἐφύλαττε τὴν σὺν αὐτῷ δύναμιν, ἄχρι οὗ Δημοσθένης ἑάλω καὶ τὸ μετ᾽ ἐκείνου στράτευμα, περὶ τὴν Πολυζήλειον αὐλὴν ἐν τῷ διαμάχεσθαι καὶ ὑπολείπεσθαι κυκλωθέν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.