Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἦν οὖν, ὡς εἰκός, αὖθις ἐν φόβῳ μεγάλῳ τὰ Συρακουσίων εἰς οὐδὲν πέρας οὐδὲ ἀπαλλαγήν, ἀλλὰ πονοῦντας ἄλλως καὶ φθειρομένους αὑτοὺς μάτην ὁρώντων.
τὸν δὲ Νικίαν οὐ πολὺν χρόνον εὔφρανεν ἡ παρουσία τῆς δυνάμεως, ἀλλ᾽ ἅμα τῷ πρῶτον ἐν λόγοις γενέσθαι, τοῦ Δημοσθένους εὐθὺς ἐπιχειρεῖν τοῖς πολεμίοις κελεύοντος καὶ τῷ ταχίστῳ τῶν κινδύνων περὶ τοῦ παντὸς διαγωνισαμένους ἑλεῖν Συρακούσας ἢ ἀποπλεῖν οἴκαδε, δείσας καὶ θαυμάσας τὴν ὀξύτητα καὶ τόλμαν ἐδεῖτο μηδὲν ἀπεγνωσμένως πράττειν μηδὲ ἀνοήτως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.