Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πρόσχημα δ᾽ ἦν ἡ δόξα τῆς πόλεως, ἣν ἀπόλλυσθαι καὶ καταλύεσθαι παντάπασι φάσκοντες εἰ φοβηθήσονται Συρακουσίους ἐπιπλέοντας, ἐξεβιάσαντο ναυμαχῆσαι. καὶ καταστρατηγηθέντες ὑπ᾽ Ἀρίστωνος τοῦ Κορινθίων κυβερνήτου τοῖς περὶ τὸ ἄριστον, ὡς εἴρηκε Θουκυδίδης, κατὰ κράτος ἡττήθησαν καὶ πολλοὺς ἀπέβαλον: καὶ ἀθυμία πολλὴ περιεστήκει τὸν Νικίαν τῇ τε μοναρχίᾳ κακοπαθοῦντα καὶ σφαλλόμενον αὖθις ὑπὸ τῶν συναρχόντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.