Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐφ᾽
οἷς ὁ μὲν Κάσσιος ἐγέλασεν, ὁ δὲ Βροῦτος ἐξέβαλεν αὐτόν ἁπλόκυνα καὶ ψευδόκυνα προσαγορεύων. οὐ μὴν ἀλλὰ τότε τοῦτο τῆς πρὸς ἀλλήλους διαφορᾶς ποιησάμενοι πέρας εὐθὺς διελύθησαν.
καὶ Κασσίου δεῖπνον παρέχοντος ἐκάλει τοὺς φίλους Βροῦτος, ἤδη δὲ κατακειμένων Φαώνιος ἧκε λελουμένος: μαρτυρομένου δὲ Βρούτου μὴ κεκλημένον αὐτόν ἥκειν καὶ κελεύοντος ἀπάγειν ἐπὶ τὴν ἀνωτάτω κλίνην, βίᾳ παρελθὼν εἰς τὴν μέσην κατεκλίθη: καὶ παιδιὰν ὁ πότος ἔσχεν οὐκ ἄχαριν οὐδ᾽ ἀφιλόσοφον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.