Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ δὲ τὴν ὑπατείαν οὐχ ἧττον ὑπὸ τῶν
[p. 106] ἀριστοκρατικῶν ἢ τῶν πολλῶν προήχθη διὰ τὴν πόλιν ἐξ
αἰτίας αὐτῷ τοιαύτης συναγωνισαμένων. τῆς ὑπὸ Σύλλα γενομένης μεταβολῆς
περὶ τὴν πολιτείαν ἐν ἀρχῇ μὲν ἀτόπου φανείσης, τότε δὲ τοῖς πολλοῖς
ὑπὸ χρόνου καὶ συνηθείας ἤδη τινὰ κατάστασιν ἔχειν οὐ φαύλην δοκούσης,
ἦσαν οἱ τὰ παρόντα διασεῖσαι καὶ μεταθεῖναι ζητοῦντες ἰδίων ἕνεκα
πλεονεξιῶν, οὐ πρὸς τὸ βέλτιστον, Πομπηΐου μὲν ἔτι τοῖς βασιλεῦσιν ἐν
Πόντῳ καὶ Ἀρμενίᾳ πολεμοῦντος, ἐν δὲ τῇ Ῥώμῃ μηδεμιᾶς ὑφεστώσης
πρὸς τοὺς νεωτερίζοντας ἀξιομάχου δυνάμεως,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.