Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδὲν οὖν ἐπενόει μικρὸν ὁ Λέντλος ἢ
ἄσημον, ἀλλ᾽ ἐδέδοκτο τήν βουλὴν ἅπασαν ἀναιρεῖν τῶν τ᾽ ἄλλων πολιτῶν
ὅσους δύναιτο, τήν πόλιν δ᾽ αὐτὴν καταπιμπράναι, φείδεσθαι τε μηδενὸς ἢ
τῶν Πομπηΐου τέκνων ταῦτα δ᾽ ἐξαρπασαμένους ἔχειν ὑφ᾽ αὑτοῖς καὶ
φυλάττειν ὅμηρα τῶν πρὸς Πομπήϊον διαλύσεων: ἤδη γὰρ ἐφοίτα πολὺς
λόγος καὶ βέβαιος ὑπὲρ αὐτοῦ κατιόντος ἀπὸ τῆς μεγάλης στρατείας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.