Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοῦ δὲ Νικαγόρου φιλοφρόνως ἀντασπαζομένου καὶ φήσαντος ἵππους ἄγειν τῷ βασιλεῖ καλοὺς τῶν πολεμιστηρίων, γελάσας ὁ Κλεομένης, ‘ἐβουλόμην ἄν,’ ἔφη, ‘σε μᾶλλον ἥκειν ἄγοντα σαμβυκιστρίας καὶ κιναίδους: ταῦτα γὰρ νῦν μάλιστα κατεπείγει τὸν βασιλέα.’ καὶ ὁ Νικαγόρας τότε μὲν ἐμειδίασεν ἡμέραις δὲ ὕστερον ὀλίγαις ὑπομνήσας τοῦ χωρίου τὸν Κλεομένην νῦν γοῦν ἐδεῖτο τὴν τιμὴν ἀπολαβεῖν, ὡς οὐκ ἂν ἐνοχλήσας,
[p. 130]
εἰ μὴ περὶ τὴν τῶν φορτίων διάθεσιν μετρίως1 ἐζημιοῦτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.