Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τοῦ δὲ Ἀράτου πρὸς τὸ σκῶμμα γελάσαντος καὶ πυνθανομένου ποῖός τις ὁ νεανίσκος εἴη, Δαμοκράτης ὁ Λακεδαιμόνιος φυγάς, ‘εἴ τι πράττεις,’ ἔφη, ‘πρὸς Λακεδαιμονίους, ὥρα
[p. 58]
σοι ταχύνειν πρὸ τοῦ κέντρα φῦσαι τοῦτον τὸν νεοσσόν.’
ἐκ τούτου Κλεομένει μετὰ ἱππέων ὀλίγων καὶ πεζῶν τριακοσίων ἐν Ἀρκαδίᾳ στρατοπεδευομένῳ προσέταξαν ἀναχωρεῖν οἱ ἔφοροι, φοβούμενοι τὸν πόλεμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.