Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐπεὶ δὲ ἦλθον εἰς τόν τόπον ἐν ᾧ ταῦτα δρᾶν εἰώθεσαν οἱ ὑπηρέται, πρῶτον μὲν τὰ παιδία, τῆς Κρατησικλείας ὁρώσης, ἔσφαττον, εἶτα ἐκείνην, ἓν τοῦτο μόνον ἐπὶ τηλικούτοις φθεγξαμένην πάθεσιν, ‘ὦ τέκνα, ποῖ ἐμόλετε;’ ἡ δὲ Παντέως γυνὴ, περιζωσαμένη τὸ ἱμάτιον, εὔρωστος οὖσα καὶ μεγάλη τῶν ἀποθνῃσκουσῶν ἑκάστην σιωπῇ καὶ μεθ᾽ ἡσυχίας ἐθεράπευε καὶ περιέστελλεν ἐκ τῶν ἐνδεχομένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.