Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐν
τούτῳ δὲ πολέμου τινὸς ἐμπεσόντος ἀποπέμπει τὸν Πλάτωνα, συνθέμενος εἰς ὥραν ἔτους μεταπέμψασθαι Δίωνα.
καὶ τοῦτο μὲν εὐθὺς ἐψεύσατο, τὰς δὲ προσόδους τῶν κτημάτων ἀπέπεμπεν αὐτῷ, ἀξιῶν Πλάτωνα συγγνῶναι περὶ
τοῦ χρόνου διὰ τὸν πόλεμον εἰρήνης γὰρ γενομένης τάχιστα μεταπέμψεσθαι τὸν Δίωνα, καὶ ἀξιοῦν αὐτὸν ἡσυχίαν ἄγειν καὶ μηδὲν νεωτερίζειν μηδὲ βλασφημεῖν κατ᾽ αὐτοῦ πρὸς τοὺς Ἕλληνας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.