Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καίτοι φησὶ Τίμαιος Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς Ἀρετῆς καλεῖσθαι: Τιμωνίδῃ δὲ μᾶλλον, ὡς οἴομαι, περί γε τούτων πιστευτέον, ἀνδρὶ φίλῳ καὶ συστρατιώτῃ Δίωνος,
αἱ
μὲν οὖν ἄλλαι τοῖς Συρακουσίοις ἀνεγνώσθησαν ἐπιστολαί πολλὰς ἱκεσίας καὶ δεήσεις ἔχουσαι παρὰ τῶν γυναικῶν, τὴν δὲ παρὰ τοῦ παιδὸς εἶναι δοκοῦσαν οὐκ ἐώντων φανερῶς λυθῆναι βιασάμενος ὁ Δίων ἔλυσεν.
ἦν δὲ
παρὰ τοῦ Διονυσίου, τοῖς μὲν γράμμασι πρὸς τὸν Δίωνα, τοῖς δὲ πράγμασι πρὸς τοὺς Συρακοσίους διαλεγομένου, σχῆμα μὲν ἔχουσα δεήσεως καὶ δικαιολογίας, συγκειμένη δὲ πρὸς διαβολὴν τοῦ Δίωνος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.