Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ πολλοὺς εἶχε τοὺς συναγανακτοῦντας καὶ συνισταμένους κατὰ τοῦ Δίωνος, ὡς δεινὰ καὶ τυραννικὰ πράττοντος, εἰ φόνοις καὶ κινδύνοις τῶν πολιτῶν ἀφαιρεῖται τὴν παρρησίαν.
οὐ
μὴν ἀλλὰ, καίπερ ἀκρίτου καὶ ταραχώδους ἐκκλησίας γενομένης, παρελθὼν ὁ Δίων ἀπελογεῖτο καὶ τὸν Σῶσιν ἀπέφαινε τῶν Διονυσίου δορυφόρων ἑνὸς ἀδελφὸν ὄντα καὶ δι᾽ ἐκείνου πεπεισμένον στασιάσαι καὶ συνταράξαι τὴν πόλιν, οὐδεμιᾶς Διονυσίῳ σωτηρίας οὔσης, πλὴν τῆς ἐκείνων ἀπιστίας καὶ διαφορᾶς πρὸς αὑτούς,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.