Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὕτω δὲ διακειμένων πρὸς ἀλλήλους καὶ λανθάνειν
[p. 40]
πάντας οἰομένων. ἑλίκων ὁ Κυζικηνός εἷς τῶν Πλάτωνος συνήθων ἡλίου προεῖπεν ἔκλειψιν καὶ γενομένης ὡς προεῖπε, θαυμασθεὶς ὑπὸ τοῦ τυράννου δωρεὰν ἔλαβεν ἀργυρίου τάλαντον. Ἀρίστιππος δὲ παίζων πρὸς τοὺς ἄλλους φιλοσόφους ἔφη τι καὶ αὐτὸς ἔχειν τῶν παραδόξων προειπεῖν. ἐκείνων δὲ φράσαι δεομένων, ‘προλέγω τοίνυν,’ εἶπεν, ‘ὀλίγου χρόνου Πλάτωνα καὶ Διονύσιον ἐχθροὺς γενησομένους.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.