previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὁρμήσας δὲ μετὰ τὴν μάχην Πομπήϊος ἐλαύνειν ἐπὶ τὴν Ὑρκανίαν καὶ Κασπίαν θάλασσαν, ὑπὸ πλήθους ἑρπετῶν θανασίμων ἀπετράπη τριῶν ὁδὸν ἡμερῶν ἀποσχών, εἰς δὲ τὴν μικρὰν Ἀρμενίαν ἀνεχώρησε. [2] καὶ τῷ μὲν Ἐλυμαίων καὶ Μήδων βασιλεῖ πέμψασι πρέσβεις ἀντέγραψε φιλικῶς, τὸν δὲ Πάρθον, εἰς τὴν Γορδυηνὴν ἐμβεβληκότα καὶ περικόπτοντα τοὺς [p. 210] ὑπὸ Τιγράνῃ, πέμψας μετὰ Ἀφρανίου δύναμιν ἐξήλασε διωχθέντα μέχρι τῆς Ἀρβηλίτιδος.

ὅσαι δὲ τῶν Μιθριδάτου παλλακίδων ἀνήχθησαν, οὐδεμίαν ἔγνω, πάσας δὲ τοῖς γονεῦσι καὶ οἰκείοις ἀνέπεμπεν. ἦσαν γὰρ αἱ πολλαὶ θυγατέρες καὶ γυναῖκες στρατηγῶν καὶ δυναστῶν. [3] Στρατονίκη δέ, μέγιστον εἶχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττεν, ἦν μέν, ὡς ἔοικε, ψάλτου τινὸς οὐχ εὐτυχοῦς τἆλλα, πρεσβύτου δὲ θυγάτηρ, οὕτω δὲ εὐθὺς εἷλε παρὰ πότον ψήλασα τὸν Μιθριδάτην, ὥστε ἐκείνην μὲν ἔχων ἀνεπαύετο, τὸν δὲ πρεσβύτην ἀπέπεμψε δυσφοροῦντα τῷ μηδὲ προσρήσεως τυχεῖν ἐπιεικοῦς. [4] ὡς μέντοι περὶ ὄρθρον ἐγερθεὶς εἶδεν ἔνδον ἐκπωμάτων μὲν ἀργυρῶν καὶ χρυσῶν τραπέζας, ὄχλον δὲ θεραπείας πολύν, εὐνούχους δὲ καὶ παῖδας ἱμάτια τῶν πολυτελῶν προσφέροντας αὐτῷ, καὶ πρὸ τῆς θύρας ἵππον ἑστῶτα κεκοσμημένον ὥσπερ οἱ τῶν φίλων τοῦ βασιλέως, χλευασμὸν εἶναι τὸ χρῆμα καὶ παιδιὰν ἡγούμενος ὥρμησε φεύγειν διὰ θυρῶν, [5] τῶν δὲ θεραπόντων ἀντιλαμβανομένων, καὶ λεγόντων ὅτι πλουσίου τεθνηκότος ἔναγχος οἶκον αὐτῷ μέγαν βασιλεὺς δεδώρηται, καὶ ταῦτα μικραί τινες ἀπαρχαὶ καὶ δείγματα τῶν ἄλλων χρημάτων καὶ κτημάτων εἰσίν, οὕτω πιστεύσας μόλις καὶ τὴν πορφύραν ἀναλαβὼν καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνε διὰ τῆς πόλεως βοῶν: ‘ἐμὰ ταῦτα πάντα ἐστί.’ [6] πρὸς δὲ τοὺς καταγελῶντας οὐ τοῦτο ἔλεγεν εἶναι θαυμαστόν, ἀλλ᾽ ὅτι μὴ λίθοις βάλλει τοὺς ἀπαντῶντας ὑφ᾽ ἡδονῆς μαινόμενος, ταύτης μὲν ἦν καὶ γενεᾶς καὶ αἵματος [p. 212] Στρατονίκη. τῷ δὲ Πομπηΐῳ καὶ τὸ χωρίον παρεδίδου τοῦτο καὶ δῶρα πολλὰ προσήνεγκεν, ὧν ἐκεῖνος ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρέξειν ἐφαίνετο λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἐκέλευε κεκτῆσθαι χαίρουσαν. [7] ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Ἰβήρων κλίνην τε καὶ τράπεζαν καὶ θρόνον, ἅπαντα χρυσᾶ, πέμψαντος αὐτῷ καὶ δεηθέντος λαβεῖν, καὶ ταῦτα τοῖς ταμίαις παρέδωκεν εἰς τὸ δημόσιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: