previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἅμα δὲ τῷ τελευτῆσαι τὸν Στράβωνα, δίκην κλοπῆς ἔσχεν ὑπὲρ αὐτοῦ δημοσίων χρημάτων Πομπήϊος, καὶ τὰ μὲν πλεῖστα φωράσας ἕνα τῶν ἀπελευθέρων Πομπήϊος νενοσφισμένον Ἀλέξανδρον, ἀπέδειξε τοῖς ἄρχουσιν, αὐτὸς δὲ λίνα θηρατικὰ καὶ βιβλία τῶν ἐν Ἄσκλῳ ληφθέντων ἔχειν κατηγορεῖτο. ταῦτα δὲ ἔλαβε μὲν παρὰ τοῦ πατρὸς ἑλόντος τὸ Ἄσκλον, [p. 124] ἀπώλεσε δὲ τῶν Κίννα δορυφόρων, ὅτε κατῆλθεν, ὠσαμένων εἰς τὴν οἰκίαν αὐτοῦ καὶ διαρπασάντων. [2] ἐγίνοντο δὲ τῆς δίκης αὐτῷ προαγῶνες οὐκ ὀλίγοι πρὸς τὸν κατήγορον. ἐν οἷς ὀξὺς ἅμα καὶ παρ᾽ ἡλικίαν εὐσταθὴς φαινόμενος δόξαν ἔσχε μεγάλην καὶ χάριν, ὥστε Ἀντίστιον στρατηγοῦντα καὶ βραβεύοντα τὴν δίκην ἐκείνην ἐρασθῆναι τοῦ Πομπηΐου καὶ γυναῖκα διδόναι τὴν ἑαυτοῦ θυγατέρα καὶ περὶ τούτου τοῖς φίλοις διαλέγεσθαι. [3] δεξαμένου δὲ Πομπηΐου καὶ γενομένων ἐν αὐτοῖς ἀπορρήτων ὁμολογιῶν, ὅμως οὐκ ἔλαθε τοὺς πολλοὺς τὸ πρᾶγμα διὰ τὴν τοῦ Ἀντιστίου σπουδήν. τέλος δὲ τὴν γνώμην ἀναγορεύσαντος αὐτοῦ τῶν δικαστῶν ἀπολύουσαν, ὥσπερ ἐκ παραγγέλματος δῆμος ἐπεφώνησε τοῦτο δὴ τὸ τοῖς γαμοῦσιν ἐπιφωνούμενον ἐξ ἔθους παλαιοῦ, Ταλασίῳ.

[4] τὸ δὲ ἔθος ἀρχὴν λαβεῖν φασὶ τοιαύτην. ὅτε τὰς θυγατέρας τῶν Σαβίνων ἐπὶ θέαν ἀγῶνος εἰς Ῥώμην παραγενομένας οἱ πρωτεύοντες ἀρετῇ Ῥωμαίων ἥρπαζον ἑαυτοῖς γυναῖκας, ἄδοξοί τινες πελάται καὶ βοτῆρες ἀράμενοι κόρην καλὴν καὶ μεγάλην ἐκόμιζον. ὅπως οὖν μὴ προστυχών τις ἀφέληται τῶν κρειττόνων, ἐβόων θέοντες ἅμα Ταλασίῳ τῶν δὲ χαριέντων καὶ γνωρίμων τις ἦν Ταλάσιος, ὥστε τοὺς ἀκούσαντας τοὔνομα κροτεῖν καὶ βοᾶν οἷον συνηδομένους καὶ συνεπαινοῦντας. [5] ἐκ τούτου φασὶ καὶ γὰρ εὐτυχὴς γάμος ἀπέβη τῷ Ταλασίῳ ταύτην τὴν [p. 126] ἐπιφώνησιν μετὰ παιδιᾶς γενέσθαι τοῖς γαμοῦσιν. οὗτος λόγος πιθανώτατός ἐστι τῶν περὶ τοῦ Ταλασίου λεγομένων, ὀλίγαις δ᾽ οὖν ὕστερον ἡμέραις Πομπήϊος ἠγάγετο τὴν Ἀντιστίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: