previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἠνία μὲν οὖν καί ταῦτα Πομπήϊον ἀήθη τοῦ κακῶς ἀκούειν ὄντα καί μάχης τοιαύτης ἄπειρον ἤχθετο δὲ μᾶλλον αἰσθανόμενος τήν βουλὴν ἐπιχαίρουσαν αὐτῷ προπηλακιζομένῳ καί διδόντι δίκην τῆς Κικέρωνος προδοσίας, [2] ἐπεὶ δὲ καὶ πληγὰς ἐν ἀγορᾷ μέχρι τραυμάτων συνέβη γενέσθαι, καί Κλωδίου τις οἰκέτης παραδυόμενος ἐν ὄχλῳ διὰ τῶν περιεστώτων πρὸς τὸν Πομπήϊον ἠλέγχθη ξίφος ἔχειν, ταῦτα ποιούμενος πρόφασιν, ἄλλως δὲ τοῦ Κλωδίου τήν ἀσέλγειαν καί τὰς βλασφημίας δεδιώς, οὐκέτι προῆλθεν εἰς ἀγορὰν ὅσον ἐκεῖνος ἦρχε χρόνον, ἀλλ᾽ οἰκουρῶν διετέλει καὶ σκεπτόμενος μετὰ τῶν φίλων ὅπως ἂν ἐξακέσαιτο τῆς βουλῆς καί τῶν ἀρίστων τήν πρὸς αὐτὸν ὀργήν. [3] Κουλλέωνι μὲν οὖν κελεύοντι τήν Ἰουλίαν ἀφεῖναι καί μεταβαλέσθαι πρὸς τήν σύγκλητον ἀπὸ τῆς Καίσαρος φιλίας οὐ προσέσχε, τοῖς δὲ Κικέρωνα καταγαγεῖν ἀξιοῦσιν, ἄνδρα καί Κλωδίῳ πολεμιώτατον καί τῇ βουλῇ προσφιλέστατον, ἐπείσθη: καί προαγαγὼν τὸν [p. 244] ἀδελφὸν αὐτοῦ δεόμενον σὺν χειρὶ πολλῇ, τραυμάτων ἐν ἀγορᾷ γενομένων καί τινων ἀναιρεθέντων, ἐκράτησε τοῦ Κλωδίου. [4] καί νόμῳ κατελθὼν Κικέρων τήν τε βουλὴν εὐθὺς τῷ Πομπηΐῳ διήλλαττε, καί τῷ σιτικῷ νόμῳ συνηγορῶν τρόπῳ τινὶ πάλιν γῆς καί θαλάττης, ὅσην ἐκέκτηντο Ῥωμαῖοι, κύριον ἐποίει Πομπήϊον. ἐπ᾽ αὐτῷ γὰρ ἐγίνοντο λιμένες, ἐμπόρια, καρπῶν διαθέσεις, ἑνὶ λόγῳ, τὰ τῶν πλεόντων πράγματα, τὰ τῶν γεωργούντων. [5] Κλώδιος δὲ ᾐτιᾶτο μὴ γεγράφθαι τὸν νόμον διὰ τήν σιτοδείαν, ἀλλ᾽ ὅπως νόμος γραφείη γεγονέναι τήν σιτοδείαν, ὥσπερ ἐκ λιποθυμίας αὐτοῦ μαραινομένην τήν δύναμιν ἀρχῇ νέᾳ πάλιν ἀναζωπυροῦντος καί ἀναλαμβάνοντος. ἕτεροι δὲ τοῦ ὑπάτου Σπινθῆρος ἀποφαίνουσι τοῦτο σόφισμα, κατακλείσαντος εἰς ἀρχὴν μείζονα Πομπήϊον, ὅπως αὐτὸς ἐκπεμφθῇ Πτολεμαίῳ τῷ βασιλεῖ βοηθῶν. [6] οὐ μὴν ἀλλὰ καί Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρατιᾶς Πομπήϊον ἔχοντα ῥαβδούχους δύο διαλλάττειν Ἀλεξανδρεῦσι τὸν βασιλέα, καί Πομπήϊος μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δεδιέναι περὶ τἀνδρός. ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατ᾽ ἀγορὰν καί παρὰ τὸ βουλευτήριον ὡς δὴ Πτολεμαίου δεομένου Πομπήϊον αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι. [7] Τιμαγένης δὲ καί ἄλλως τὸν Πτολεμαῖον οὐκ [p. 246] οὔσης ἀνάγκης ἀπελθεῖν φησι, καί καταλιπεῖν Αἴγυπτον ὑπὸ Θεοφάνους πεισθέντα πράττοντος Πομπηΐῳ χρηματισμοὺς καί στρατηγίας καινῆς ὑπόθεσιν. ἀλλὰ τοῦτο μὲν οὐχ οὕτως Θεοφάνους μοχθηρία πιθανὸν ὡς ἄπιστον Πομπηΐου ποιεῖ φύσις, οὐκ ἔχουσα κακόηθες οὐδ᾽ ἀνελεύθερον οὕτω τὸ φιλότιμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: