previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

νυκτὸς δὲ μάχη διεκρίθη: καὶ κοιμώμενος Πύρρος ὄψιν εἶδε τοιαύτην. ἐδόκει βάλλεσθαι κεραυνοῖς ὑπ᾽ αὐτοῦ τὴν Λακεδαίμονα καὶ φλέγεσθαι πᾶσαν, αὐτὸν δὲ χαίρειν. ὑπὸ δὲ τῆς χαρᾶς ἐξεγρόμενος τούς τε ἡγεμόνας ἐκέλευεν ἐν παρασκευῇ τὸν στρατὸν ἔχειν, καὶ τοῖς φίλοις διηγεῖτο τὸν ὄνειρον ὡς ληψόμενος κατὰ κράτος τὴν πόλιν. [2] οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπείθοντο, Λυσιμάχῳ δὲ οὐκ ἤρεσκεν ὄψις, ἀλλ᾽ ἔφη δεδιέναι μή, καθάπερ τὰ βαλλόμενα τοῖς κεραυνοῖς ἀνέμβατα μένει χωρία, καὶ τῷ Πύρρῳ προσημαίνῃ τὸ θεῖον ἀνείσοδον ἔσεσθαι τὴν πόλιν. δὲ Πύρρος εἰπὼν ὅτι ταῦτα μέν ἐστι πυλαϊκῆς ὀχλαγωγίας καὶ ἀσοφίαν ἔχοντα πολλήν, ἐκεῖνο δὲ δεῖ τὰ ὅπλα διὰ χειρῶν ἔχοντας ὑποβάλλειν ἑαυτοῖς,
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πύρρου,
ἐξανέστη καὶ προσῆγεν ἅμ᾽ ἡμέρᾳ τὸν στρατόν.

[3] ἠμύνοντο δὲ προθυμίᾳ καὶ ἀρετῇ παρὰ δύναμιν οἱ Λακεδαιμόνιοι: καὶ παρῆσαν αἱ γυναῖκες [p. 444] ὀρέγουσαι βέλη, καὶ σιτία καὶ ποτὸν τοῖς δεομένοις προσφέρουσαι, καὶ ἀναλαμβάνουσαι τούς τιτρωσκομένους. τήν τε τάφρον οἱ Μακεδόνες χοῦν ἐπειρῶντο, πολλὴν συμφοροῦντες ὕλην, ὑφ᾽ ἧς ὅπλα καὶ σώματα νεκρῶν ἐπιχεομένης ἀπεκρύπτετο. [4] καὶ πρὸς τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων ὤφθη παρὰ τὴν τάφρον καὶ τὰς ἁμάξας Πύρρος ἵππῳ βιαζόμενος εἰς τὴν πόλιν. κραυγῆς δὲ τῶν κατὰ τοῦτο τεταγμένων γενομένης καὶ δρόμου καὶ ὀλολυγμοῦ τῶν γυναικῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον ἐξήλατο Κρητικῷ βέλει πληγεὶς ἵππος ὑπὸ τὴν γαστέρα, καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον εἰς τόπους ὀλισθηροὺς καὶ [5] κατάντεις, θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ χρώμενοι τοῖς βέλεσιν ἐξέωσαν ἅπαντας: ἐκ δὲ τούτου καὶ τὴν ἄλλην μάχην ἔπαυεν, οἰόμενος ἐνδώσειν τι τοὺς Λακεδαιμονίους σχεδὸν ἁπάντων κατατετρωμένων αὐτοῖς, πεπτωκότων δὲ πολλῶν, δ̓: ἀγαθὴ τύχη τῆς πόλεως, εἴτε πεῖραν ἀρετῆς λαμβάνουσα τῶν ἀνδρῶν, εἴθ᾽ ἑαυτῆς, ὅσην ἐν ἀπόροις ἔχει δύναμιν, ἀπόδειξιν διδοῦσα, [6] μοχθηρὰς ἤδη τῶν Λακεδαιμονίων ἐχόντων τὰς ἐλπίδας Ἀμεινίαν τε Φωκέα, τῶν Ἀντιγόνου στρατηγῶν, ἐκ Κορίνθου βοηθήσοντα παρεισήγαγε μετὰ ξένων, καὶ τοῦτον ἄρτι δεδεγμένων βασιλεὺς αὐτοῖς Ἄρευς ἧκεν ἐκ Κρήτης δισχιλίους στρατιώτας κομίζων, αἵ τε δὴ γυναῖκες εὐθὺς ἐπὶ τὰς οἰκίας [p. 446] ἐσκεδάσθησαν, οὐδὲν ἔτι πολυπραγμονεῖν ἀξιοῦσαι τῶν πολεμικῶν, καὶ τοὺς παρ᾽ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπ᾽ ἀνάγκης γενομένους ἀφέντες αὑτοὺς ἐπὶ τὴν μάχην ἔταξαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: