Σοου
Σόον1 λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ2 μετ᾽ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς: ἐφρούρουν δ᾽ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθ᾽ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν3 καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα. [p. 392]