Σόου
σόον 1 λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἂν 2 ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ 3 μετ᾽ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς: ἐφρούρουν δ᾽ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθ᾽ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν: οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν 4 καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.