Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ κατεπάτει τοὺς μὴ πρόσω ἵεσθαι μηδ᾽ ἀποφεύγειν φθάσαντας.
οὐκ ἀγνοῶ δ᾽ ὅτι τὸ τῶν παραδειγμάτων ὑμῖν φανεῖταί τι ποικίλον: οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν: ἀλλ᾽ ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἣ τε πανουργία καὶ τὸ συνετὸν οὐκ ἀπήλλακται τοῦ θυμοειδοῦς καὶ ἀνδρώδους. οὐ μὴν ἀλλὰ βουλομένοις διαιρεῖν καὶ διορίζειν καθ᾽ ἕκαστον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων ὥς που καὶ ταῦτ᾽ εἴρηται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.