Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν λόγον. ἔπειτα τὰ μὲν ἐν γῇ διὰ τὴν ὁμοφυλίαν καὶ τὴν συνδιαίτησιν ἁμωσγέπως συναναχρωννύμενα τοῖς ἀνθρωπίνοις ἤθεσιν ἀπολαύει καὶ τροφῆς καὶ διδασκαλίας καὶ μιμήσεως: ἣ τὸ μὲν πικρὸν ἅπαν καὶ σκυθρωπὸν ὥσπερ ἐπιμιξία ποτίμου θάλασσαν ἐφηδύνει, τὸ δὲ δυσξύνετον ἅπαν καὶ νωθρὸν ἐπεγείρει ταῖς μετ᾽ ἀνθρώπων κινήσεσιν ἀναρριπιζόμενον. ὁ δὲ τῶν ἐνάλων βίος ὅροις μεγάλοις τῆς πρὸς ἀνθρώπους ἀπῳκισμένος ὁμιλίας ἐπείσακτον οὐδὲν οὐδὲ συνειθισμένον ἔχων ἴδιός ἐστι καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.