Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον: ἂν δὲ μὴ δύνηται, συναγαγὼν τὸ στόμα καὶ [p. 59] περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος. ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλ᾽ αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ, τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρι ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. ἡ δ᾽ ἀλώπηξ οὐ πολλάκις μὲν ἀγκίστρῳ πρόσεισιν ἀλλὰ φεύγει τὸν δόλον, ἁλοῦσα δ᾽ εὐθὺς ἐκτρέπεται πέφυκε γὰρ δι᾽ εὐτονίαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.