Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δίκτυον ἄπεισιν. εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν: αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρίσαντες ἐκ τοῦ διαρράμματος. σπανίως δὲ τοῦτο συμβαίνει συγγνώμης γὰρ τυγχάνοντες τὸ πρῶτον εὐγνωμονοῦσιν οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδικεῖν. ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυλακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. τὴν γὰρ καλουμένην μύτιν παρὰ τὸν τράχηλον ἔχουσα πλήρη ζοφερᾶς ὑγρότητος, ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.