previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν δὲ Ὄσιριν λέγουσιν, ὥσπερ εὐεργετικὸν [p. 27] ὄντα καὶ φιλόδοξον, στρατόπεδον μέγα συστήσασθαι, διανοούμενον ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὸν σπόρον τοῦ τε πυρίνου καὶ κριθίνου καρποῦ: [2] ὑπολαμβάνειν γὰρ αὐτὸν ὅτι παύσας τῆς ἀγριότητος τοὺς ἀνθρώπους καὶ διαίτης ἡμέρου μεταλαβεῖν ποιήσας τιμῶν ἀθανάτων τεύξεται διὰ τὸ μέγεθος τῆς εὐεργεσίας. ὅπερ δὴ καὶ γενέσθαι: οὐ μόνον γὰρ τοὺς κατ᾽ ἐκείνους τοὺς χρόνους τυχόντας τῆς δωρεᾶς ταύτης, ἀλλὰ καὶ πάντας τοὺς μετὰ ταῦτα ἐπιγενομένους διὰ τὴν ἐν ταῖς εὑρεθείσαις τροφαῖς χάριτα τοὺς εἰσηγησαμένους ὡς ἐπιφανεστάτους θεοὺς τετιμηκέναι. [3] τὸν δ᾽ οὖν Ὄσιρίν φασι τὰ κατὰ τὴν Αἴγυπτον καταστήσαντα καὶ τὴν τῶν ὅλων ἡγεμονίαν Ἴσιδι τῇ γυναικὶ παραδόντα, ταύτῃ μὲν παρακαταστῆσαι σύμβουλον τὸν Ἑρμῆν διὰ τὸ φρονήσει τοῦτον διαφέρειν τῶν ἄλλων φίλων, καὶ στρατηγὸν μὲν ἀπολιπεῖν ἁπάσης τῆς ὑφ᾽ αὑτὸν χώρας Ἡρακλέα γένει τε προσήκοντα καὶ θαυμαζόμενον ἐπ᾽ ἀνδρείᾳ τε καὶ σώματος ῥώμῃ, ἐπιμελητὰς δὲ τάξαι τῶν μὲν πρὸς Φοινίκην κεκλιμένων μερῶν καὶ τῶν ἐπὶ θαλάττῃ τόπων Βούσιριν, τῶν δὲ κατὰ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον, αὐτὸν δ᾽ ἐκ τῆς Αἰγύπτου μετὰ τῆς δυνάμεως ἀναζεῦξαι πρὸς τὴν στρατείαν, ἔχοντα μεθ᾽ αὑτοῦ καὶ τὸν ἀδελφόν, ὃν οἱ Ἕλληνες Ἀπόλλωνα καλοῦσιν. [4] εὑρετὴν δὲ καὶ τοῦτόν φασι γενέσθαι τοῦ φυτοῦ τῆς δάφνης, ἣν καὶ περιτιθέασι [p. 28] τούτῳ τῷ θεῷ μάλιστα πάντες ἄνθρωποι. τοῦ δὲ κιττοῦ τὴν εὕρεσιν ἀνατιθέασιν Ὀσίριδι, καὶ καθιεροῦσιν αὐτὸν τούτῳ τῷ θεῷ, καθάπερ καὶ οἱ Ἕλληνες Διονύσῳ. [5] καὶ κατὰ τὴν Αἰγυπτίων μὲν διάλεκτον ὀνομάζεσθαί φασι τὸν κιττὸν φυτὸν Ὀσίριδος, προκεκρίσθαι δὲ τῆς ἀμπέλου τοῦτον πρὸς τὴν ἀφιέρωσιν διὰ τὸ τὴν μὲν φυλλορροεῖν, τὸν δὲ πάντα τὸν χρόνον ἀειθαλῆ διαμένειν: ὅπερ τοὺς παλαιοὺς καὶ ἐφ᾽ ἑτέρων φυτῶν ἀεὶ θαλλόντων πεποιηκέναι, τῇ μὲν Ἀφροδίτῃ τὴν μυρσίνην, τῷ δ᾽ Ἀπόλλωνι τὴν δάφνην προσάψαντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: