previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μήθ᾽ ὅταν ἐπάγωσί τινα τῶν δημοτικῶν δίκην μήθ᾽ ὅταν αὐτοὶ κινδυνεύσωσι τοὺς πατρικίους τὰ νείκη διαιτᾶν, ἀλλὰ τούτοις μὲν ἀμφότερα ἐξεῖναι πλεονεκτεῖν, [6] ἡμῖν δ᾽ οὐδετέρου τῶν δικαίων μετέχειν; εἰ [p. 80] δέ τι Μάρκιος ἀδικεῖ τὸν δῆμον, καὶ ἄλλος τῶν πατρικίων ὁστισοῦν καὶ δίκαιός ἐστιν ἀποθανεῖν τῆς πόλεως ἐκπεσεῖν, μὴ παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἐνθάδε κριθεὶς διδότω δίκας, ὥσπερ ἐστὶ νόμιμον. εἰ μὴ ἄρα, Δέκιε, μὲν δῆμος ἴσος ἔσται δικαστὴς καὶ οὐθὲν ἂν χαρίσαιτο αὑτῷ πρὸς ἀνδρὸς ἐχθροῦ τὴν ψῆφον ἐπιφέρων: οὗτοι δ᾽ εἰ γένοιντο τῆς ψήφου κύριοι τὸν ἀδικοῦντα περὶ πλείονος ποιήσονται τῆς ἀδικουμένης ὑπ᾽ αὐτοῦ πόλεως, μέλλοντες ἀρὰν καὶ ἐπιορκίαν καὶ μῖσος μὲν παρ᾽ ἀνθρώπων, χόλον δὲ παρὰ θεῶν ἐκ τῆς δίκης ἀποίσεσθαι καὶ μετὰ πονηρῶν ἐλπίδων ζῆν. [7] οὐκ ἀξιῶ ταῦτα περὶ τῆς βουλῆς ὑμᾶς, δημόται, σκοπεῖν, τιμὰς καὶ ἀρχὰς καὶ τὰ κράτιστα τῶν ἐν τῇ πόλει

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: