previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῖς θεοῖς τεμένει γενήσεσθαι τὸ δάπεδον. [5] ἔδοξε δὴ τοῖς οἰωνοπόλοις ὑπὲρ ἑκάστου βωμοῦ τῶν καθιδρυμένων διαμαντευσαμένοις, ἐὰν παραχωρῶσιν οἱ θεοὶ τότε κινεῖν αὐτούς. οἱ μὲν οὖν ἄλλοι θεοί τε καὶ δαίμονες ἐπέτρεψαν αὐτοῖς εἰς ἕτερα χωρία τοὺς βωμοὺς σφῶν μεταφέρειν, οἱ δὲ τοῦ Τέρμονος καὶ τῆς Νεότητος πολλὰ παραιτουμένοις τοῖς μάντεσι καὶ λιπαροῦσιν οὐκ ἐπείσθησαν οὐδ᾽ ἠνέσχοντο παραχωρῆσαι τῶν τόπων. τοιγάρτοι συμπεριελήφθησαν αὐτῶν οἱ βωμοὶ τῇ κατασκευῇ τῶν ἱερῶν, καὶ νῦν μὲν ἕτερός ἐστιν ἐν τῷ προνάῳ τῆς Ἀθηνᾶς, δ᾽ ἕτερος ἐν αὐτῷ τῷ σηκῷ πλησίον τοῦ ἕδους. [6] ἐκ δὲ τούτου συνέβαλον οἱ μάντεις, ὅτι τῆς Ῥωμαίων πόλεως οὔτε τοὺς ὅρους μετακινήσει καιρὸς οὐθεὶς οὔτε τὴν ἀκμὴν μεταβαλεῖ: καὶ μέχρι τῶν κατ᾽ ἐμὲ χρόνων ἀληθὲς [p. 396] αὐτῶν ἐστιν ἑκάτερον εἰκοστὴν ἤδη καὶ τετάρτην γενεάν.


δὲ τῶν οἰωνοσκόπων ἐπιφανέστατος τοὺς βωμοὺς μεθιδρυσάμενος καὶ τὸ ἱερὸν τοῦ Διὸς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: