previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πλὴν ἑνός, οὗ μετὰ μικρὸν ἐρῶ τοὔνομα. ὡμολόγηται γάρ, ὅτι μετὰ τὴν Ταρκυνίου τελευτὴν παραλαβὼν τὴν βασιλείαν Τύλλιος ἐπ᾽ ἔτη τετταράκοντα καὶ τέτταρα κατέσχεν, ὥστ᾽ εἰ κατ᾽ ἐκεῖνον τὸν χρόνον ἑκτακαιεικοσαέτης ἦν, ὅτ᾽ ἀπεστερεῖτο τῆς ἀρχῆς πρεσβύτερος τῶν Ταρκυνίων, ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονὼς ἄν ἦν, ὅτε τὸν Τύλλιον ἀπέκτεινεν. [2] ἐν κρατίστῃ δέ γ᾽ αὐτὸν ἡλικίᾳ τότ᾽ ὄντα παραδεδώκασιν οἱ συγγραφεῖς καί φασιν, ὅτι Τύλλιον αὐτὸς ἀράμενος ἐκ τοῦ βουλευτηρίου καὶ φέρων ἔξω κατὰ τῶν κρηπίδων ἐξέχεεν. τ᾽ ἐκ τῆς ἀρχῆς ἔκπτωσις αὐτοῦ γίνεται πέμπτῳ καὶ εἰκοστῷ μετὰ ταῦτ᾽ ἔτει, καὶ τούτῳ τῷ ἔτει στρατευόμενος ἐν τῷ πρὸς Ἀρδεάτας εἰσάγεται πολέμῳ καὶ πάντα [p. 14] τὰ ἔργα δι᾽ ἑαυτοῦ τελῶν: οὐκ εἶχε δὲ λόγον ἐν πολέμοις ἐξετάζεσθαι ἓξ καὶ ἐνενήκοντα βεβιωκὼς ἔτη. [3] ἐκπεσών τε τῆς ἀρχῆς ἔτι πολεμεῖν Ῥωμαίοις οὐκ ἐλάττω τεττάρων καὶ δέκα ἐτῶν, αὐτὸς ἐν τοῖς πράγμασιν ἐξεταζόμενος,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: