previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πορευόμενοι. [2] οἱ δὲ Τυρρηνοὶ προεγνωκότες αὐτῶν τὴν ἔξοδον ἐλόχησαν τῆς ὁδοῦ χωρίον μέρει τῆς στρατιᾶς, τὴν δὲ λοιπὴν δύναμιν συντεταγμένην ἔχοντες οὐ πολλῷ ὕστερον ἠκολούθουν. ὡς δ᾽ ἐπλησίασαν οἱ Φάβιοι ταῖς ἐνέδραις, ἐξαναστάντες τοῦ λόχου οἱ Τυρρηνοὶ προσπίπτουσιν αὐτοῖς, οἱ μὲν κατὰ μέτωπον, οἱ δ᾽ ἐκ τῶν πλαγίων, καὶ μετ᾽ οὐ πολὺ τῶν ἄλλων Τυρρηνῶν δύναμις προσέβαλεν ἐκ τῶν κατόπιν: καὶ περιστάντες αὐτοῖς πανταχόθεν, οἱ μὲν σφενδόναις, οἱ δὲ τόξοις, οἱ δὲ σαυνίοις τε καὶ λόγχαις στοχαζόμενοι, τῷ πλήθει τῶν βελῶν ἅπαντας κατειργάσαντο. [3] οὗτος μὲν οὖν ἧττον ἔμοιγε πιθανὸς φαίνεται εἶναι λόγος. οὔτε γὰρ εἰκὸς ἀπὸ στρατοπέδου θυσίας ἕνεκα [p. 308] τοὺς ὑπὸ ταῖς σημαίαις τοσούτους ἄνδρας εἰς τὴν πόλιν ἀναστρέφειν ἄνευ ψηφίσματος βουλῆς, δυναμένων τῶν ἱερουργιῶν καὶ δι᾽ ἑτέρων ἐπιτελεσθῆναι τῶν μετεχόντων μὲν τοῦ αὐτοῦ γένους, προβεβηκότων δὲ ταῖς ἡλικίαις: οὔτ᾽ εἰ πάντες ἀπεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ μηδεμία μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ἐφεστίοις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: