previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα πρὸς τὸν Πύρρον οἱ βασιλεῖς γράφοντες ἅμα καὶ δι᾽ ἑαυτῶν ἔτι μέλλοντα καὶ παρασκευαζόμενον τὸν Δημήτριον ἐκίνουν. Πτολεμαῖος μὲν γὰρ ἐπιπλεύσας μεγάλῳ στόλῳ τὰς Ἑλληνίδας ἀφίστη πόλεις, Λυσίμαχος δὲ τὴν ἄνω Μακεδονίαν ἐκ Θρᾴκης ἐμβαλὼν ἐπόρθει. Πύρρος δὲ τούτοις ἅμα συνεξαναστὰς ἐπὶ Βέροιαν ἤλαυνε, προσδοκῶν, ὅπερ συνέβη, Δημήτριον ὑπαντιάζοντα Λυσιμάχῳ τὴν κάτω χώραν ἀπολείψειν ἔρημον. [2] ἐκείνης δὲ τῆς νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ Ἀλεξάνδρου καλεῖσθαι τοῦ μεγάλου, καὶ παραγενόμενος κλινήρη μὲν αὐτὸν ἰδεῖν, λόγων δὲ χρηστῶν τυχεῖν καὶ φιλοφροσύνης ἐπαγγελλομένου προθύμως βοηθήσειν. αὐτοῦ δὲ τολμήσαντος εἰπεῖν, ‘καὶ πῶς ἄν, βασιλεῦ, νοσῶν δυνατὸς εἴης ἐμοὶ βοηθεῖν;’ αὐτῷ φάναι τῷ ὀνόματι, καὶ περιβάντα Νισαῖον ἵππον ἡγεῖσθαι.

[3] ταύτην ἰδὼν τὴν ὄψιν ἐπερρώσθη: τάχει δὲ χρησάμενος καὶ διαδραμὼν τὰ μεταξὺ καταλαμβάνει τὴν Βέροιαν: καὶ τὸ πλεῖστον αὐτόθι τῆς στρατιᾶς ἱδρύσας τὰ λοιπὰ προσήγετο διὰ τῶν στρατηγῶν, δὲ Δημήτριος ἐπεὶ ταῦτα ἤκουσε καὶ πονηρὸν ἐν τῷ στρατοπέδῳ θόρυβον ᾔσθετο τῶν Μακεδόνων, ἔδεισε πορρωτέρω προαγαγεῖν, μὴ πλησίον γενόμενοι βασιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος μεταβάλωνται πρὸς αὐτόν. [4] ὅθεν ἐπιστρέψας ἐπὶ τὸν Πύρρον ἦγεν ὡς ξένον καὶ μισούμενον ὑπὸ τῶν Μακεδόνων, ἐπεὶ δὲ παρεστρατοπέδευσεν αὐτόθι, πολλοὶ τῶν ἐκ τῆς [p. 376] Βεροίας ἀφικνούμενοι τὸν Πύρρον ἐνεκωμίαζον, ὡς ἄμαχον μὲν ἐν τοῖς ὅπλοις καὶ λαμπρὸν ἄνδρα, πράως δὲ καὶ φιλανθρώπως τοῖς ἡλωκόσι χρώμενον. ἦσαν δέ τινες οὓς αὐτὸς Πύρρος ἐγκαθίει προσποιουμένους εἶναι Μακεδόνας, καὶ λέγοντας ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν καὶ φιλοστρατιώτην μεταβαλομένους τὸν Πύρρον. [5] ἐκ τούτου τὸ πλεῖστον ἀνηρέθιστο τῆς στρατιᾶς, καὶ τὸν Πύρρον ἐζήτουν περισκοποῦντες. ἔτυχε γὰρ ἀφῃρημένος τὸ κράνος, ἄχρι οὗ συμφρονήσας καὶ πάλιν 1 περιθέμενος ἐγνώσθη τῷ τε λόφῳ διαπρέποντι καὶ τοῖς τραγικοῖς κέρασιν, ὥστε τοὺς Μακεδόνας σύνθημα προστρέχοντας αἰτεῖν, ἄλλους δὲ κλάδους δρυὸς ἀναστέφεσθαι διὰ τὸ καὶ τοὺς περὶ ἐκεῖνον ἐστεφανωμένους ὁρᾶν: [6] ἤδη δὲ καὶ πρὸς αὐτόν τινες ἐτόλμων λέγειν τὸν Δημήτριον ὡς ὑπεκστὰς καὶ προέμενος τὰ πράγματα καλῶς δόξει βεβουλεῦσθαι. τούτοις τοῖς λόγοις ὅμοιον ὁρῶν τὸ κίνημα τοῦ στρατοπέδου καὶ φοβηθεὶς κρύφα διεξέπεσε, καυσίᾳ τινὶ καὶ λιτῷ χλαμυδίῳ περιστείλας ἑαυτόν, ἐπελθὼν δὲ Πύρρος ἀμαχεὶ παρέλαβε τὸ στρατόπεδον καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: