previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δέ τις Κινέας, Θεσσαλὸς ἀνήρ, τῷ μὲν φρονεῖν δοκῶν ἱκανὸς εἶναι, Δημοσθένους δὲ τοῦ ῥήτορος ἀκηκοὼς ἐδόκει μόνος ἐν μάλιστα 1 τῶν τότε λεγόντων οἷον ἐν εἰκόνι τῆς ἐκείνου δυνάμεως καὶ δεινότητος ἀναμιμνήσκειν τοὺς [p. 386] ἀκούοντας. συνὼν δὲ τῷ Πύρρῳ καὶ πεμπόμενος ἐπὶ τὰς πόλεις ἐβεβαίου τὸ Εὐριπίδειον,2 ὅτι πᾶν ἐξαιρεῖ λόγος
καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
[2] γοῦν Πύρρος ἔλεγε πλείονας πόλεις ὑπὸ Κινέου τοῖς λόγοις τοῖς ὅπλοις ὑφ᾽ ἑαυτοῦ προσῆχθαι: καὶ διετέλει τὸν ἄνδρα τιμῶν ἐν τοῖς μάλιστα καὶ χρώμενος. οὗτος οὖν τὸν Πύρρον ὡρμημένον τότε ὁρῶν ἐπὶ τὴν Ἰταλίαν εἰς λόγους ἐπηγάγετο τοιούτους, ἰδὼν σχολάζοντα. ‘πολεμισταὶ μέν, Πύρρε, Ῥωμαῖοι λέγονται καὶ πολλῶν ἐθνῶν μαχίμων ἄρχοντες: εἰ δὲ δοίη θεὸς περιγενέσθαι τῶν ἀνδρῶν, τί χρησόμεθα τῇ νίκῃ;’ καὶ Πύρρος, [3]ἐρωτᾷς,’ εἶπεν, ‘ Κινέα, πρᾶγμα φαινόμενον: οὔτε βάρβαρος ἡμῖν ἐκεῖ πόλις οὔτε Ἑλληνὶς ἀξιόμαχος Ῥωμαίων κρατηθέντων, ἀλλ᾽ ἕξομεν εὐθὺς Ἰταλίαν ἅπασαν, ἧς μέγεθος καὶ ἀρετὴν καὶ δύναμιν ἄλλῳ πού τινι μᾶλλον ἀγνοεῖν σοὶ προσήκει.’ μικρὸν οὖν ἐπισχὼν Κινέας, ‘Ἰταλίαν δέ,’ εἶπεν, ‘ βασιλεῦ, λαβόντες, τί [4] ποιήσομεν;’ καὶ Πύρρος οὔπω τὴν διάνοιαν αὐτοῦ καθ ὁρῶν, ‘ἐγγύς,’ εἶπεν, ‘ Σικελία χεῖρας ὀρέγει, νῆσος εὐδαίμων καὶ πολυάνθρωπος, ἁλῶναι δὲ ῥᾴστη: στάσις γάρ, Κινέα, πάντα νῦν ἐκεῖνα καὶ ἀναρχία πόλεων καὶ δημαγωγῶν ὀξύτης Ἀγαθοκλέους ἐκλελοιπότος’ ‘εἰκότα,’ ἔφη, ‘λέγεις,’ Κινέας: ‘ἀλλ᾽ τοῦτο πέρας ἡμῖν τῆς στρατείας, λαβεῖν Σικελίαν;’ ‘θεός,’ [5] [p. 388] ἔφη Πύρρος, ‘νικᾶν διδῴη καὶ κατορθοῦν: τούτοις δὲ προάγωσι χρησόμεθα πραγμάτων μεγάλων. τίς γὰρ ἂν ἀπόσχοιτο Λιβύης καὶ Καρχηδόνος ἐν ἐφικτῷ γενομένης, ἣν Ἀγαθοκλῆς ἀποδρὰς ἐκ Συρακουσῶν κρύφα καὶ περάσας ναυσὶν ὀλίγαις λαβεῖν παρ᾽ οὐδὲν ἦλθεν; ὅτι δὲ τούτων κρατήσασιν ἡμῖν οὐδεὶς ἀντιστήσεται τῶν νῦν ὑβριζόντων πολεμίων, τί ἂν λέγοι τις;’ [6]οὐδέν,’ Κινέας εἶπε: ‘δῆλον γὰρ ὅτι καὶ Μακεδονίαν ἀναλαβεῖν καὶ τῆς Ἑλλάδος ἄρχειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως, γενομένων δὲ πάντων ὑφ᾽ ἡμῖν, τί ποιήσομεν;’ καὶ Πύρρος ἐπιγελάσας, ‘σχολήν,’ ἔφη, ‘ἄξομεν πολλήν, καὶ κώθων, μακάριε, καθημερινὸς ἔσται, καὶ διὰ λόγων συνόντες ἀλλήλους εὐφρανοῦμεν.’ [7] ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον Κινέας, ‘εἶτα,’ ἔφη, ‘τί νῦν ἐμποδών ἐστιν ἡμῖν βουλομένοις κώθωνι χρῆσθαι καὶ σχολάζειν μετ᾽ ἀλλήλων, εἰ ταῦτα ἔχομεν ἤδη καὶ πάρεστιν ἀπραγμόνως ἐφ᾽ δι᾽ αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι, πολλὰ καὶ δράσαντες ἑτέρους κακὰ καὶ παθόντες;’

[8] τούτοις τοῖς λόγοις ἠνίασε μᾶλλον μετέθηκε τὸν Πύρρον Κινέας, νοήσαντα μὲν ὅσην ἀπέλειπεν εὐδαιμονίαν, ὧν δὲ ὠρέγετο τὰς ἐλπίδας ἀφεῖναι μὴ δυνάμενον.

1 μόνος εὖ μάλιστα Sintenis, with Sg; Bekker corrects εὖ to (alone or most), after Bryan and Reiske, and is followed by Blass; AC have μάλιστα εὖ μόνος.

2 πᾶν γὰρ ἐξαιρεῖ λόγος καὶ σίδηρος πολεμίων δράσειεν ἄν. (Phoenissae, 517 f., Kirchhoff.)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: