This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[131]
ὅσα μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τὸν ἀεὶ προστυχόντ᾽ αὐτῷ πεποίηκεν, ταῦτ᾽ ἐστίν. καὶ παραλέλοιφ᾽ ἕτερα: οὐ γὰρ ἂν δύναιτ᾽ οὐδεὶς εἰσάπαξ εἰπεῖν ἃ πολὺν χρόνον οὗτος ὑβρίζων συνεχῶς ἅπαντα τὸν βίον εἴργασται. ἄξιον δ᾽ ἰδεῖν ἐφ᾽ ὅσον φρονήματος ἤδη προελήλυθε τῷ τούτων δίκην μηδενὸς δεδωκέναι. οὐ γὰρ ἡγεῖθ᾽, ὡς ἐμοὶ δοκεῖ, λαμπρὸν οὐδὲ νεανικὸν οὐδ᾽ ἄξιον ἑαυτοῦ ὅ τι ἄν τις πρὸς ἕν᾽ εἷς διαπράττηται, ἀλλ᾽ εἰ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος προπηλακιεῖ καὶ πολλοὺς ἁθρόους ὑμῶν ἅμ᾽ ἐλᾷ, ἀβίωτον ᾤετ᾽ ἔσεσθαι τὸν βίον αὑτῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.