This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὗτοι νῦν ἐπ᾽ ἐμὲ συστραφέντες ἥκουσι, καὶ φασὶ μὲν τὸν Φίλιππον τὴν εἰρήνην πρίασθαι, καὶ προλαβεῖν ἡμῶν ἐν ταῖς συνθήκαις ἅπαντα, ἣν δ᾽ αὐτὸς εὗρεν εἰρήνην αὑτῷ συμφέρουσαν, ταύτην παραβεβηκέναι. ἐμὲ δ᾽ οὐχ ὡς πρεσβευτὴν κρίνουσιν, ἀλλ᾽ ὡς ἐγγυητὴν Φιλίππου καὶ τῆς εἰρήνης: καὶ τὸν τῶν λόγων κύριον τὰς τῶν ἔργων προσδοκίας ἀπαιτοῦσι. τὸν αὐτὸν δὲ ἐν μὲν τοῖς ψηφίσμασιν ἐπαινέτην ἐπιδείκνυμι, ἐν δὲ τῷ δικαστηρίῳ κατηγόρῳ κέχρημαι. δέκατος δ᾽ αὐτὸς πρεσβεύσας, μόνος τὰς εὐθύνας δίδωμι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.