previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32.

δὲ μήτηρ τοῦ βασιλέως ἔγραψε πρὸς τὸν Ἀλέξανδρον τά τε ἄλλα τῶν χρησίμων καὶ διότι φυλάξασθαι προσήκει τὸν Λυγκηστὴν Ἀλέξανδρον. οὗτος δ᾽ ὢν ἀνδρείᾳ διάφορος καὶ φρονήματος πλήρης καὶ συμπαρακολουθῶν τῷ βασιλεῖ μετὰ τῶν ἄλλων φίλων ἐπιστεύετο. [2] πολλῶν δὲ καὶ ἄλλων εὐλόγων συνδραμόντων πρὸς ταύτην τὴν διαβολὴν συλληφθεὶς καὶ δεθεὶς εἰς φυλακὴν παρεδόθη, ὡς τευξόμενος δικαστηρίου.

δὲ Ἀλέξανδρος πυθόμενος τὸν Δαρεῖον ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν Παρμενίωνα μὲν μετὰ τῆς δυνάμεως ἀπέστειλεν προκαταληψόμενον τὰς παρόδους καὶ τὰς ὀνομαζομένας Πύλας: οὗτος δ᾽ ἐπιβαλὼν τοῖς τόποις καὶ τοὺς προκατειληφότας τὰς δυσχωρίας βαρβάρους βιασάμενος κύριος ἐγένετο τῶν παρόδων. [3] Δαρεῖος δὲ βουλόμενος εὔζωνον ποιῆσαι τὴν δύναμιν τὰ μὲν σκευοφόρα καὶ τὸν περιττὸν ὄχλον εἰς Δαμασκὸν τῆς Συρίας ἀπέθετο, τὸν δ᾽ Ἀλέξανδρον πυθόμενος τὰς δυσχωρίας προκατειληφέναι καὶ νομίσας αὐτὸν μὴ τολμᾶν ἐν τῷ πεδίῳ διαγωνίζεσθαι προῆγεν ἐπ᾽ αὐτὸν σύντομον τὴν ὁδοιπορίαν ποιούμενος. [4] οἱ δ᾽ ἐγχώριοι τῆς μὲν τῶν Μακεδόνων ὀλιγότητος καταφρονήσαντες, τὸ δὲ πλῆθος τῆς τῶν Περσῶν στρατιᾶς καταπεπληγμένοι καταλιπόντες τὸν Ἀλέξανδρον προσέθεντο τῷ Δαρείῳ καὶ τάς τε τροφὰς καὶ τὴν ἄλλην παρασκευὴν μετὰ πολλῆς προθυμίας ἐχορήγουν τοῖς Πέρσαις καὶ διὰ τῆς ἰδίας κρίσεως προεσήμαινον τοῖς βαρβάροις τὴν νίκην. δ᾽ Ἀλέξανδρος τὴν μὲν Ἰσσὸν πόλιν ἀξιόλογον καταπληξάμενος ἐχειρώσατο:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: