previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35.

νυκτὸς δ᾽ ἐπιλαβούσης οἱ μὲν Πέρσαι ῥᾳδίως διεσπάρησαν εἰς πολλοὺς τόπους, οἱ δὲ Μακεδόνες παυσάμενοι τοῦ διωγμοῦ πρὸς ἁρπαγὴν ὥρμησαν καὶ μάλιστα περὶ τὰς βασιλικὰς σκηνὰς διὰ τὸ πλῆθος τῆς πολυτελείας ἠσχολοῦντο. [2] διόπερ πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, παμπληθεῖς δὲ καὶ πολυτελεῖς ἐσθῆτες ἐκ τῆς βασιλικῆς γάζης διεφοροῦντο. ὁμοίως δὲ καὶ τῶν τοῦ βασιλέως φίλων καὶ συγγενῶν καὶ τῶν ἄλλων ἡγεμόνων οὐκ ὀλίγος διηρπάγη πλοῦτος. [3] οὐ μόνον γὰρ αἱ τῆς βασιλικῆς οἰκίας, ἀλλὰ καὶ αἱ τῶν συγγενῶν καὶ φίλων γυναῖκες ἐφ᾽ ἁρμάτων ὀχούμεναι καταχρύσων συνηκολούθουν κατά τι πάτριον ἔθος τῶν Περσῶν: [4] ἑκάστη δὲ τούτων διὰ τὴν ὑπερβολὴν τοῦ πλούτου καὶ τῆς τρυφῆς περιήγετο πλῆθος πολυδαπάνου κατασκευῆς καὶ γυναικείου κόσμου. πάθος δ᾽ ἦν δεινότατον περὶ τὰς αἰχμαλωτιζομένας γυναῖκας. [5] αἱ γὰρ πρότερον διὰ τρυφὴν ἐπ᾽ ἀπήναις πολυτελέσι μόγις κατακομιζόμεναι καὶ γυμνὸν μέρος τοῦ σώματος οὐδὲν φαίνουσαι, τότε μονοχίτωνες καὶ τὰς ἐσθῆτας περιρρήττουσαι μετ᾽ ὀδυρμῶν ἐκ τῶν σκηνῶν ἐξεπήδων, ἐπιβοώμεναι θεοὺς καὶ προσπίπτουσαι τοῖς τῶν κρατούντων γόνασι. [6] περιαιρούμεναι δὲ ταῖς χερσὶ τρεμούσαις τὸν τοῦ σώματος κόσμον καὶ τὰς κόμας ἀνειμέναι διὰ τόπων τραχέων ἔθεον καὶ πρὸς ἀλλήλας συντρέχουσαι βοηθοὺς ἐπεκαλοῦντο τὰς παρ᾽ ἑτέρων ἐπικουρίας δεομένας. [7] ἦγον δ᾽ αὐτὰς οἱ μὲν ἀπὸ τῆς κόμης ἐπισπώμενοι τὰς ἠτυχηκυίας, οἱ δὲ τὰς ἐσθῆτας περιρηγνύντες καὶ γυμνοῖς τοῖς σώμασιν ἐπιβάλλοντες τὰς χεῖρας καὶ ταῖς στάθμαις τῶν δοράτων τύπτοντες καὶ τὰ τιμιώτατα καὶ περιβόητα τῶν βαρβάρων ταῖς τῆς τύχης δωρεαῖς ὑβρίζοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: