previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5.

ἡμεῖς δ᾽ ἐπεὶ τὰ κατὰ τὴν Ἑλλάδα διήλθομεν, μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πράξεις. μετὰ γὰρ τὴν Φιλίππου τελευτὴν Ἄτταλος τὸ μὲν πρῶτον ἐπεχείρει νεωτερίζειν καὶ πρὸς Ἀθηναίους συνετίθετο κοινοπραγίαν κατ᾽ Ἀλεξάνδρου, ὕστερον δὲ μετανοήσας τὴν μὲν ἀποδοθεῖσαν αὐτῷ παρὰ Δημοσθένους ἐπιστολὴν τηρήσας ἀπέστειλε πρὸς Ἀλέξανδρον καὶ λόγοις φιλανθρώποις ἐπειρᾶτο τὰς καθ᾽ αὑτοῦ διαβολὰς ἀποτρίβεσθαι: [2] τοῦ δ᾽ Ἑκαταίου κατὰ τὰς τοῦ βασιλέως ἐντολὰς δολοφονήσαντος τὸν Ἄτταλον μὲν κατὰ τὴν Ἀσίαν τῶν Μακεδόνων δύναμις ἐπαύσατο τοῦ μετεωρίζεσθαι πρὸς ἀπόστασιν, τοῦ μὲν Ἀττάλου πεφονευμένου, τοῦ δὲ Παρμενίωνος οἰκειότατα διακειμένου πρὸς Ἀλέξανδρον. [3] περὶ δὲ τῆς τῶν Περσῶν βασιλείας μέλλοντας ἡμᾶς ἀναγράφειν ἀναγκαῖόν ἐστι βραχὺ τοῖς χρόνοις προαναλαβεῖν τὴν ἱστορίαν. Φιλίππου γὰρ ἔτι βασιλεύοντος ἦρχε τῶν Περσῶν Ὦχος καὶ προσεφέρετο τοῖς ὑποτεταγμένοις ὠμῶς καὶ βιαίως. μισουμένου δὲ αὐτοῦ διὰ τὴν χαλεπότητα τῶν τρόπων Βαγώας χιλίαρχος, εὐνοῦχος μὲν ὢν τὴν ἕξιν, πονηρὸς δὲ καὶ πολεμικὸς τὴν φύσιν, ἀνεῖλε φαρμάκῳ τὸν Ὦχον διά τινος ἰατροῦ, τὸν δὲ νεώτατον τῶν υἱῶν τοῦ βασιλέως Ἀρσὴν εἰσήγαγεν εἰς τὴν βασιλείαν. [4] ἀνεῖλε δὲ καὶ τοὺς ἀδελφοὺς τοῦ βασιλέως, ὄντας νέους παντελῶς, ὅπως μονωθεὶς νεανίσκος μᾶλλον ὑπήκοος αὐτῷ γένηται. τοῦ δὲ μειρακίου ταῖς γενομέναις παρανομίαις προσκόπτοντος καὶ φανεροῦ καθεστῶτος ὅτι τιμωρήσεται τὸν αὐθέντην τῶν ἀνομημάτων φθάσας αὐτοῦ τὰς ἐπιβουλὰς Βαγώας ἀνεῖλε τὸν Ἀρσὴν μετὰ τῶν τέκνων τρίτον ἔτος ἤδη βασιλεύοντα. [5] ἐρήμου δ᾽ ὄντος τοῦ βασιλέως οἴκου καὶ μηδενὸς ὄντος τοῦ κατὰ γένος διαδεξομένου τὴν ἀρχήν, προχειρισάμενος ἕνα τῶν φίλων Δαρεῖον ὄνομα τούτῳ συγκατεσκεύασε τὴν βασιλείαν. οὗτος δ᾽ ἦν υἱὸς μὲν Ἀρσάνου τοῦ Ὀστάνου, ὃς ἦν ἀδελφὸς Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύσαντος. [6] ἴδιον δέ τι συνέβη περὶ τὸν Βαγώαν γενέσθαι καὶ μνήμης ἄξιον: χρώμενος γὰρ τῇ συνήθει μιαιφονίᾳ τὸν Δαρεῖον ἐπεβάλετο διὰ φαρμακείας ἀνελεῖν: μηνυθείσης δὲ τῆς ἐπιβουλῆς βασιλεὺς ὡς ἐπί τινι φιλανθρωπίᾳ προσκαλεσάμενος τὸν Βαγώαν καὶ δοὺς τὸ ποτήριον ἠνάγκασε πιεῖν τὸ φάρμακον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: