previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

80. πολλῶν δὲ ῥηθέντων λόγων οἱ Μακεδόνες κατέγνωσαν τοῦ Φιλώτου καὶ τῶν συγκαταιτιαθέντων θάνατον: ἐν οἷς ὑπῆρχε Παρμενίων πρῶτος εἶναι δοκῶν τῶν Ἀλεξάνδρου φίλων, τότε δὲ οὐ παρών, ἀλλὰ δόξας διὰ τοῦ ἰδίου υἱοῦ Φιλώτου πεποιῆσθαι τὴν ἐπιβουλήν. [2] μὲν οὖν Φιλώτας, βασανισθεὶς πρότερον καὶ ὁμολογήσας τὴν ἐπιβουλήν, κατὰ τὸ τῶν Μακεδόνων ἔθος μετὰ τῶν συγκαταγνωσθέντων ἐθανατώθη. ὁμοίως δὲ τούτῳ καὶ Λυγκιστὴς Ἀλέξανδρος, αἰτίαν ἔχων ἐπιβεβουλευκέναι τῷ βασιλεῖ, τριετῆ μὲν χρόνον ἐν φυλακῇ τηρούμενος διετέλεσε, διὰ τὴν πρὸς Ἀντίγονον οἰκειότητα τετευχὼς ἀναβολῆς, τότε δ᾽ εἰς τὴν τῶν Μακεδόνων κρίσιν παραχθεὶς καὶ κατὰ τὴν ἀπολογίαν ἀπορηθεὶς λόγων ἐθανατώθη. [3] δ᾽ Ἀλέξανδρος ἐκπέμψας τινὰς ἐπὶ δρομάδων καμήλων καὶ φθάσας τὴν φήμην τῆς περὶ τὸν Φιλώταν τιμωρίας τὸν πατέρα τοῦ Φιλώτου Παρμενίωνα ἐδολοφόνησε, τεταγμένον μὲν τῆς Μηδείας ἄρχοντα, πεπιστευμένον δὲ τοὺς βασιλικοὺς θησαυροὺς ἐν Ἐκβατάνοις, ἔχοντας ταλάντων ὀκτωκαίδεκα μυριάδας. [4] δ᾽ Ἀλέξανδρος ἐπιλεξάμενος ἐκ τῶν Μακεδόνων τοὺς ἀλλοτρίας κατ᾽ αὐτοῦ προϊεμένους φωνὰς καὶ τοὺς ἠγανακτηκότας ἐπὶ τῷ τοῦ Παρμενίωνος θανάτῳ, πρὸς δὲ τούτοις τοὺς ἐν ταῖς ἀποσταλείσας εἰς Μακεδονίαν ἐπιστολαῖς ἀλλότριόν τι γεγραφότας τοῖς οἰκείοις περὶ τῶν τῷ βασιλεῖ συμφερόντων εἰς ἓν κατέλεξε σύστημα καὶ προσηγόρευσεν ἀτάκτων τάγμα, ὅπως μὴ διὰ τὰς τούτων ἀκαίρους φωνὰς καὶ παρρησίας τὸ λοιπὸν πλῆθος τῶν Μακεδόνων συνδιαφθείρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: