previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐχ ἥκιστα δ᾽ ἄν τις πυθόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων θαυμάσαι τὴν ἰδιότητα τῶν ἐθῶν. ὅταν γάρ τις ἀποθάνῃ παρ᾽ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῷ τὰς κεφαλὰς περιέρχονται τὴν πόλιν θρηνοῦντες, ἕως ἂν ταφῆς τύχῃ τὸ σῶμα. οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσθῆτας λαμπρὰς περιβάλλονται. [2] τῶν δὲ ταφῶν τρεῖς ὑπάρχουσι τάξεις, τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη. κατὰ μὲν οὖν τὴν πρώτην ἀναλίσκεσθαί φασιν ἀργυρίου τάλαντον, κατὰ δὲ τὴν δευτέραν [p. 153] μνᾶς εἴκοσι, κατὰ δὲ τὴν ἐσχάτην παντελῶς ὀλίγον τι δαπάνημα γίνεσθαι λέγουσιν. [3] οἱ μὲν οὖν τὰ σώματα θεραπεύοντές εἰσι τεχνῖται, τὴν ἐπιστήμην ταύτην ἐκ γένους παρειληφότες: οὗτοι δὲ γραφὴν ἑκάστου τῶν εἰς τὰς ταφὰς δαπανωμένων τοῖς οἰκείοις τῶν τελευτησάντων προσενέγκαντες ἐπερωτῶσι τίνα τρόπον βούλονται τὴν θεραπείαν γενέσθαι τοῦ σώματος. [4] διομολογησάμενοι δὲ περὶ πάντων καὶ τὸν νεκρὸν παραλαβόντες, τοῖς τεταγμένοις ἐπὶ τὴν κατειθισμένην ἐπιμέλειαν τὸ σῶμα παραδιδόασι. καὶ πρῶτος μὲν γραμματεὺς λεγόμενος τεθέντος χαμαὶ τοῦ σώματος ἐπὶ τὴν λαγόνα περιγράφει τὴν εὐώνυμον ὅσον δεῖ διατεμεῖν: ἔπειτα δ᾽ λεγόμενος παρασχίστης λίθον ἔχων Αἰθιοπικὸν καὶ διατεμὼν ὡς νόμος κελεύει τὴν σάρκα, παραχρῆμα φεύγει δρόμῳ, διωκόντων τῶν συμπαρόντων καὶ λίθοις βαλλόντων, ἔτι δὲ καταρωμένων καὶ καθαπερεὶ τὸ μύσος εἰς ἐκεῖνον τρεπόντων: ὑπολαμβάνουσι γὰρ μισητὸν εἶναι πάντα τὸν ὁμοφύλῳ σώματι βίαν προσφέροντα καὶ τραύματα ποιοῦντα καὶ καθόλου τι κακὸν ἀπεργαζόμενον. [5] οἱ ταριχευταὶ δὲ καλούμενοι πάσης μὲν τιμῆς καὶ πολυωρίας ἀξιοῦνται, τοῖς τε ἱερεῦσι συνόντες καὶ τὰς εἰς ἱερὸν εἰσόδους ἀκωλύτως ὡς καθαροὶ ποιοῦνται: πρὸς δὲ τὴν θεραπείαν τοῦ παρεσχισμένου σώματος ἀθροισθέντων αὐτῶν εἷς καθίησι τὴν χεῖρα [p. 154] διὰ τῆς τοῦ νεκροῦ τομῆς εἰς τὸν θώρακα καὶ πάντα ἐξαιρεῖ χωρὶς νεφρῶν καὶ καρδίας, ἕτερος δὲ καθαίρει τῶν ἐγκοιλίων ἕκαστον κλύζων οἴνῳ φοινικείῳ καὶ θυμιάμασι. [6] καθόλου δὲ πᾶν τὸ σῶμα τὸ μὲν πρῶτον κεδρίᾳ καί τισιν ἄλλοις ἐπιμελείας ἀξιοῦσιν ἐφ᾽ ἡμέρας πλείους τῶν τριάκοντα, ἔπειτα σμύρνῃ καὶ κιναμώμῳ καὶ τοῖς δυναμένοις μὴ μόνον πολυχρόνιον τήρησιν, ἀλλὰ καὶ τὴν εὐωδίαν παρέχεσθαι: θεραπεύσαντες δὲ παραδιδόασι τοῖς συγγενέσι τοῦ τετελευτηκότος οὕτως ἕκαστον τῶν τοῦ σώματος μελῶν ἀκέραιον τετηρημένον ὥστε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι τρίχας διαμένειν καὶ τὴν ὅλην πρόσοψιν τοῦ %5σώματος ἀπαράλλακτον εἶναι καὶ τὸν τῆς μορφῆς τύπον γνωρίζεσθαι: [7] διὸ καὶ πολλοὶ τῶν Αἰγυπτίων ἐν οἰκήμασι πολυτελέσι φυλάττοντες τὰ σώματα τῶν προγόνων, κατ᾽ ὄψιν ὁρῶσι τοὺς γενεαῖς πολλαῖς τῆς ἑαυτῶν γενέσεως προτετελευτηκότας, ὥστε ἑκάστων τά τε μεγέθη καὶ τὰς περιοχὰς τῶν σωμάτων, ἔτι δὲ τοὺς τῆς ὄψεως χαρακτῆρας ὁρωμένους παράδοξον ψυχαγωγίαν παρέχεσθαι καθάπερ συμβεβιωκότας τοῖς θεωμένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: