Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ὥσθ᾽ ὁπότε μὲν αὐτὸν ὁρῷεν οἱ τότε βασιλεύοντες, ἐκπλήττεσθαι καὶ φοβεῖσθαι περὶ τῆς ἀρχῆς, ἡγουμένους οὐχ οἷόν τ᾽ εἶναι τὸν τοιοῦτον τὴν φύσιν ἐν ἰδιώτου μέρει διαγαγεῖν, ὁπότε δ᾽ εἰς τοὺς τρόπους ἀποβλέψειαν, οὕτω σφόδρα πιστεύειν, ὥστ᾽ εἰ καί τις ἄλλος τολμῴη περὶ αὐτοὺς ἐξαμαρτάνειν, νομίζειν Εὐαγόραν αὑτοῖς ἔσεσθαι βοηθόν.