Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
τελευτῶν δ᾽ οὕτως ἐνέπλησεν αὐτοὺς τοῦ πολεμεῖν, ὥστ᾽ εἰθισμένων τὸν ἄλλον χρόνον τῶν βασιλέων μὴ διαλλάττεσθαι τοῖς ἀποστᾶσι πρὶν κύριοι γένοιντο τῶν σωμάτων, ἄσμενοι τὴν εἰρήνην ἐποιήσαντο, λύσαντες μὲν τὸν νόμον τοῦτον, οὐδὲν δὲ κινήσαντες τῆς Εὐαγόρου τυραννίδος.