This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[189]
καὶ ‘ῥήτωρ ἐστὶν οὗτος’ ἴσως ἐμὲ φήσει λέγων. ἐγὼ δ᾽, εἰ μὲν ὁ συμβουλεύων ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῆται, καὶ τοῦτ᾽ ἄχρι τοῦ μηδὲν ὑμῖν ἐνοχλεῖν μηδὲ βιάζεσθαι, ῥήτωρ ἐστίν, οὔτε φύγοιμ᾽ ἂν οὔτ᾽ ἀπαρνοῦμαι τοῦτο τοὔνομα: εἰ μέντοι ῥήτωρ ἐστὶν οἵους ἐνίους τῶν λεγόντων ἐγὼ καὶ ὑμεῖς δ᾽ ὁρᾶτε, ἀναιδεῖς καὶ ἀφ᾽ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ: εἴληφα μὲν γὰρ οὐδ᾽ ὁτιοῦν παρ᾽ ὑμῶν, τὰ δ᾽ ὄντ᾽ εἰς ὑμᾶς πλὴν πάνυ μικρῶν ἅπαντ᾽ ἀνήλωκα. καίτοι καὶ εἰ τούτων ἦν πονηρότατος, κατὰ τοὺς νόμους ἔδει παρ᾽ ἐμοῦ δίκην λαμβάνειν, οὐκ ἐφ᾽ οἷς ἐλῃτούργουν ὑβρίζειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.