This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[207]
μὴ γὰρ ἔστω μηδεὶς ἐν δημοκρατίᾳ τηλικοῦτος, ὥστε συνειπὼν τὸν μὲν ὑβρίσθαι, τὸν δὲ μὴ δοῦναι δίκην ποιῆσαι. ἀλλ᾽ εἰ κακῶς ἐμὲ βούλει ποιεῖν, Εὔβουλε, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκ οἶδ᾽ ἀνθ᾽ ὅτου, δύνασαι μὲν καὶ πολιτεύει, κατὰ τοὺς νόμους δ᾽ ἥντινα βούλει παρ᾽ ἐμοῦ δίκην λάμβανε, ὧν δ᾽ ἐγὼ παρὰ τοὺς νόμους ὑβρίσθην, μή μ᾽ ἀφαιροῦ τὴν τιμωρίαν. εἰ δ᾽ ἀπορεῖς ἐκείνως με κακῶς ποιῆσαι, εἴη ἂν καὶ τοῦτο σημεῖον τῆς ἐμῆς ἐπιεικείας, εἰ τοὺς ἄλλους ῥᾳδίως κρίνων ἐμὲ μηδὲν ἔχεις ἐφ᾽ ὅτῳ τοῦτο ποιήσεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.