This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[65]
πολλοὺς δ᾽ ἂν ἔχων εἰπεῖν ἔτι καὶ διὰ πολλὰς προφάσεις ἐχθροὺς γεγενημένους ἀλλήλοις, οὐδένα πώποτ᾽ οὔτ᾽ ἀκήκοα οὔθ᾽ ἑόρακα ὅστις εἰς τοσοῦτον ἐλήλυθεν ὕβρεως ὥστε τοιοῦτόν τι ποιεῖν. οὐδέ γ᾽ ἐκεῖν᾽ οὐδεὶς ὑμῶν οἶδ᾽ ὅτι μνημονεύει πρότερον, τῶν ἐπὶ τοῖς ἰδίοις ἢ καὶ τοῖς κοινοῖς ἐχθρῶν ἀλλήλοις οὐδέν᾽ οὔτε καλουμένων τῶν κριτῶν παρεστηκότα, οὔθ᾽ ὅταν ὀμνύωσιν ἐξορκοῦντα, οὔθ᾽ ὅλως ἐπ᾽ οὐδενὶ τῶν τοιούτων ἐχθρὸν ἐξεταζόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.