previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἀμφιτρύων

τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξ ...

Θησεύς

τί χρῆμά μ᾽ οἰκτροῖς ἐκάλεσας προοιμίοις;


Ἀμφιτρύων

1180ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.

Θησεύς

οἱ παῖδες οἵδε τίνες, ἐφ᾽ οἷς δακρυρροεῖς;


Ἀμφιτρύων

ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας,
τεκόμενος δ᾽ ἔκανε, φόνιον αἷμα τλάς.

Θησεύς

εὔφημα φώνει.


Ἀμφιτρύων

1185βουλομένοισιν ἐπαγγέλλῃ.

Θησεύς

δεινὰ λέξας.


Ἀμφιτρύων

οἰχόμεθ᾽ οἰχόμεθα πτανοί.

Θησεύς

τί φῄς; τί δράσας;


Ἀμφιτρύων

μαινομένῳ πιτύλῳ πλαγχθεὶς
1190ἑκατογκεφάλου τε βαφαῖς ὕδρας.

Θησεύς

Ἥρας ὅδ᾽ ἁγών: τίς δ᾽ ὅδ᾽ οὑν νεκροῖς, γέρον;


Ἀμφιτρύων

ἐμὸς ἐμὸς ὅδε γόνος πολύπονος, ὃς ἐπὶ
δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.

Θησεύς

1195φεῦ φεῦ: τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;


Ἀμφιτρύων

οὐκ ἂν εἰδείης ἕτερον
πολυμοχθότερον πολυπλαγκτότερόν
τε θνατῶν.

Θησεύς

τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;


Ἀμφιτρύων

αἰδόμενος τὸ σὸν ὄμμα
1200καὶ φιλίαν ὁμόφυλον
αἷμά τε παιδοφόνον.

Θησεύς

ἀλλ᾽, εἰ συναλγῶν γ᾽ ἦλθον, ἐκκάλυπτέ νιν.


Ἀμφιτρύων

τέκνον: πάρες ἀπ᾽ ὀμμάτων
1205πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον.
βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί,
ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε
1210δάκρυον ἐκβάλλων: ἰὼ παῖ, κατά-
σχεθε λέοντος ἀγρίου θυμόν, ὡς
βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,
κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: