previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μεγάρα

275γέροντες, αἰνῶ: τῶν φίλων γὰρ οὕνεκα
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών:
ἡμῶν δ᾽ ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. τῆς δ᾽ ἐμῆς, Ἀμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
280ἐγὼ φιλῶ μὲν τέκνα: πῶς γὰρ οὐ φιλῶ
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
δεινὸν νομίζω: τῷ δ᾽ ἀναγκαίῳ τρόπῳ
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
ἡμᾶς δ᾽, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
285μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά:
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστ᾽ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ᾽ ὕπο:
290οὑμὸς δ᾽ ἀμαρτύρητος εὐκλεὴς πόσις,
ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας: οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
ἐμοί τε μίμημ᾽ ἀνδρὸς οὐκ ἀπωστέον.
295σκέψαι δὲ τὴν σὴν ἐλπίδ᾽ λογίζομαι:
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
ἀλλ᾽ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα: φεύγειν σκαιὸν ἄνδρ᾽ ἐχθρὸν χρεών,
300σοφοῖσι δ᾽ εἴκειν καὶ τεθραμμένοις καλῶς:
ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλ᾽ ἂν τέμοις.
ἤδη δ᾽ ἐσῆλθέ μ᾽ εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τῶνδ᾽: ἀλλὰ καὶ τόδ᾽ ἄθλιον,
πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν:
305ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
ἓν ἦμαρ ἡδὺ βλέμμ᾽ ἔχειν φασὶν μόνον.
τόλμα μεθ᾽ ἡμῶν θάνατον, ὃς μένει σ᾽ ὅμως.
προκαλούμεθ᾽ εὐγένειαν, γέρον, σέθεν:
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
310πρόθυμός ἐστιν, προθυμία δ᾽ ἄφρων:
χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.

Χορός

εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σ᾽ ὑβρίζων, ῥᾳδίως ἐπαύσατ᾽ ἄν:
νῦν δ᾽ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
315ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: