previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μεγάρα

εἶἑν: τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
ἕτοιμ᾽ ἄγειν τὰ θύματ᾽ εἰς Ἅιδου τάδε.
τέκν᾽, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
455ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
μοῖρα δυστάλαιν᾽ ἐμή τε καὶ τέκνων
τῶνδ᾽, οὓς πανύστατ᾽ ὄμμασιν προσδέρκομαι ...
ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δ᾽ ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
460φεῦ:
πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ᾽ ἤλπισα.
σοὶ μὲν γὰρ Ἄργος ἔνεμ᾽ κατθανὼν πατήρ,
Εὐρυσθέως δ᾽ ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
465στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ
λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο:
σὺ δ᾽ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε:
470ἐς δεξιάν τε σὴν ἀλεξητήριον
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
σοὶ δ᾽ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
τρεῖς δ᾽ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι
475πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ:
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
κήδη συνάψουσ᾽, ἔκ τ᾽ Ἀθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θ᾽, ὡς ἀνημμένοι κάλῳς
πρυμνησίοισι βίον ἔχοιτ᾽ εὐδαίμονα.
480καὶ ταῦτα φροῦδα: μεταβαλοῦσα δ᾽ τύχη
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ᾽ ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτράδύστηνος φρενῶν.
πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
485ὤμοι, τίν᾽ ὑμῶν πρῶτον τίν᾽ ὕστατον
πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμ᾽ ἂν ἐκ πάντων γόους,
ἐς ἓν δ᾽ ἐνεγκοῦσ᾽ ἀθρόον ἀποδοίην δάκρυ;
490 φίλτατ᾽, εἴ τις φθόγγος εἰσακούεται
θνητῶν παρ᾽ Ἅιδῃ, σοὶ τάδ᾽, Ἡράκλεις, λέγω:
θνῄσκει πατὴρ σὸς καὶ τέκν᾽, ὄλλυμαι δ᾽ ἐγώ,
πρὶν μακαρία διὰ σ᾽ ἐκλῃζόμην βροτοῖς.
ἄρηξον, ἐλθέ: καὶ σκιὰ φάνηθί μοι:
495ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ:
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: